Ακροστιχίδα Αγίου Γρηγορίου του Θεολόγου

Ακροστιχίδα Αγίου Γρηγορίου του Θεολόγου

 

Λʹ. Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων, ἑκάστου ἰάμβου τέλος παραινέσεως ἔχοντος.

 

ρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν. 

Βίου τὸ κέρδος, ἐκβιοῦν καθ’ ἡμέραν. 

Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. 

Δεινὸν πένεσθαι, χεῖρον δ’ εὐπορεῖν κακῶς. 

Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. 

Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. 

σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. 

Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. 

στη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. 

Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως. 

Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. 

Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. 

Νόει τὰ πάντα, πρᾶσσε δ’ ἃ πράσσειν θέμις. 

Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. 

τ’ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. 

Πάντ’ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ. 

άβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. 

Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. 

Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. 

βριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. 

Φύλασσε σαυτὸν, πτῶμα δ’ ἄλλου μὴ γέλα. 

Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ’ αἶσχος μέγα. 

Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ. 

τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;

 

Σχόλια:

Αφήστε μια απάντηση

Ένα κάθε μέρα

2 Απριλίου 2025

Ο Θεός την υπέγραψε...

Ο ΘΕΟΣ ΥΠΕΓΡΑΨΕ ΤΗΝ ΕΛΕΥΘΕΡΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ ΚΑΙ ΔΕΝ ΘΑ ΠΑΡΕΙ ΠΙΣΩ ΤΗΝ ΥΠΟΓΡΑΦΗ ΤΟΥ.

Θεόδωρος Κολοκοτρώνης

Γίνε και εσύ συνδρομητής !

Πρόσφατες αναρτήσεις

Το συναξάρι της ημέρας

Φιλικές Ιστοσελίδες